Haines_Iliad_7.211-223

Shields in Homer and in bronze age art, discussed by Marjorie Haines. There follows a reading of Iliad 7.211-223, which describes Ajax’s “tower” shield (first in Greek, then in her English translation).

"Lion Hunt Dagger" from Mycenae

 

τοῖος ἄρ’ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶνμειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶνἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, (215)Ἕκτορί τ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·ἀλλ’ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ’ ἀναδῦναιἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργονχάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων (220)σκυτοτόμων ὄχ’ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειονταύρων ζατρεφέων, ἐπὶ δ’ ὄγδοον ἤλασε χαλκόν.τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴαςστῆ ῥα μάλ’ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· (225)Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος

 

 

 



Leave a Reply