Caitlin%27s Podcast

After he realizes that the goddess Athena has visited, Nestor leads his entire household in an animal sacrifice in her honor. Odyssey 4.444-463, read, translated and discussed by Caitlin Elmer.

Περσεὺς δ’ ἀμνίον εἶχε. γέρων δ’ ἱππηλάτα Νέστωρ
χέρνιβά τ’ οὐλοχύτας τε κατήρχετο, πολλὰ δ’ Ἀθήνῃ (445)
εὔχετ’ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
αὐτίκα Νέστορος υἱός, ὑπέρθυμος Θρασυμήδης,
ἤλασεν ἄγχι στάς· πέλεκυς δ’ ἀπέκοψε τένοντας
αὐχενίους, λῦσεν δὲ βοὸς μένος· αἱ δ’ ὀλόλυξαν (450)
θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
οἱ μὲν ἔπειτ’ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
τῆς δ’ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ’ ὀστέα θυμός, (455)
αἶψ’ ἄρα μιν διέχευαν, ἄφαρ δ’ ἐκ μηρία τάμνον
πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν,
δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν.
καῖε δ’ ἐπὶ σχίζῃσ’ ὁ γέρων, ἐπὶ δ’ αἴθοπα οἶνον
λεῖβε· νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν. (460)
αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειρον,
ὤπτων δ’ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.