[audio:http://blogs.dickinson.edu/archive/images/godjikian2.mp3]

Homer describes a scene of dancing depicted on the shield made for Achilles by the forge god Hephaestus. Iliad 18.590-606, discussed, translated and read in Greek by Danielle Godjikian, May 2009.

ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
τῶι ἴκελον οἷόν ποτ᾽ ἐνὶ Κνωσῶι εὐρείηι
Δαίδαλος ἤσκησεν καλλιπλοκάμωι Ἀριάδνηι.
ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
ὀρχεῦντ᾽ ἀλλήλων ἐπὶ καρπῶι χεῖρας ἔχοντες.
595τῶν δ᾽ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας
εἵατ᾽ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίωι·
καί ῥ᾽ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας
εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
οἳ δ᾽ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
600ῥεῖα μάλ᾽, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμηισιν
ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέηισιν·
ἄλλοτε δ᾽ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
πολλὸς δ᾽ ἱμερόεντα χορὸν περιίσταθ᾽ ὅμιλος τερπόμενοι·
605δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.



Leave a Reply