The bringer of dark pains (Iliad 4.105-126)
May 16, 2012
Homer describes the deadly goat-horn bow of Pandarus. What kind of bow was it, and how does it relate to bows known from the Bronze Age Mediterranean? Iliad 4.105-126, read, translated, and discussed by Jimmy Martin.
αὐτίκ’ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς (105)
ἀγρίου, ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
βεβλήκει πρὸς στῆθος· ὃ δ’ ὕπτιος ἔμπεσε πέτρῃ.
τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·
καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, (110)
πᾶν δ’ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. (115)
αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ’ ἕλετ’ ἰὸν
ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ’ ὀδυνάων·
αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
εὔχετο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
ἕλκε δ’ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
λίγξε βιός, νευρὴ δὲ μέγ’ ἴαχεν, ἆλτο δ’ ὀϊστὸς (125)
ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων
Leave a Reply