Plekhov.Iliad.podcast

Chariots appear frequently in the Iliad, but Homer notoriously seems to have little idea of how they would actually be used in combat. Dan Plekhov points out the exception, a passage that does seem to describe realistic chariot tactics, and argues that it reflects memories of Mycenaean culture, not the experience of contemporary societies of Homer’s own day. Iliad 4.297-309, read, translated and discussed by Dan Plekhov.

ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
πεζοὺς δ’ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ’ ἐς μέσσον ἔλασσεν,
ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. (300)
ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
μηδ’ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. (305)
ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται
ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον
τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες

Ancient Greek Funerary Krater From the Dipylon

Stele from Grave Circle A at Mycenae
chariot relief from Abu Simbel (drawing)
Chariot relief from Abu Simbel (detail)